Αλληλούια, Ιδού ο Νυμφίος έρχεται (αργόν), Καραμάνης Αθανάσιος, Πλ. Δ
Αλληλούια, Ιδού ο Νυμφίος έρχεται (αργόν). Ψάλλει ο Άρχων Πρωτοψάλτης Αθανάσιος Καραμάνης με τους μαθητές του.
Ἦχος πλ. δ'
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Ἀλληλούια, Ἀλληλούια, Ἀλληλούια.
Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μῄ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς Βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, δυνάμει του Σταυροῦ σου, σῶσον ἡμᾶς.
0 σχόλια:
Δημοσίευση σχολίου