Πέμπτη 12 Αυγούστου 2010
Τετάρτη 11 Αυγούστου 2010
Παναγία Προυσιώτισσα - Απολυτίκιον & Μεγαλυνάρια
Απολυτίκιον Αγίου Κοσμά Αιτωλού
Θείας πίστεως διδασκαλίᾳ κατεκόσμησας τὴν Ἐκκλησίαν, ζηλωτὴς τῶν ἀποστόλων γενόμενος· καὶ κατασπείρας τὰ θεῖα διδάγματα, μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Απολυτίκιον Αγίας Ειρήνης
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Εἰρήνης τὸν ἄρχοντα, ἰχνηλατοῦσα σεμνή, εἰρήνης ἐπώνυμος, δι' ἐπιπνοίας Θεοῦ, ἐδείχθης πανεύφημε, σὺ γὰρ τοῦ πολέμου, τᾶς ἐνέδρας φυγοῦσα, ἤθλησας ὑπὲρ φύσιν, ὡς παρθένος φρονίμη, διὸ Μεγαλομάρτυς Εἰρήνη, εἰρήνην ἠμὶν αἴτησαι.
Απολυτίκιον Αγίας Ευφημίας
Λίαν εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατῄσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε· τῆς γὰρ Τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Απολυτίκιον Αγίου Ελευθερίου
Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.