Πέμπτη 12 Αυγούστου 2010

Ψαλμός 83



Ψαλμός 83
Ὡς ἀγαπητὰ τὰ σκηνώματά Σου, Κύριε τῶν δυνάμεων, εἰσάκουσόν μου Κύριε.
Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου, ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα, εἰσάκουσόν μου Κύριε.
Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς, τὰ θυσιαστήριά Σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου, εἰσάκουσόν μου Κύριε.
Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ Σου, εἰς τοὺς αἰώνας τῶν αἰώνων αἰνέσουσί Σε, εἰσάκουσόν μου Κύριε.
Μακάριος ἀνήρ, ᾧ ἐστιν ἀντίληψις αὐτῷ παρὰ Σοῦ· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, εἰσάκουσόν μου Κύριε.
Ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον, ὃν ἔθετο, καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν, εἰσάκουσόν μου Κύριε.
Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών, εἰσάκουσόν μου Κύριε.
Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς ᾿Ιακώβ, εἰσάκουσόν μου Κύριε.
Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ Σου, εἰσάκουσόν μου Κύριε.
Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν, εἰσάκουσόν μου Κύριε.
Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ, εἰσάκουσόν μου Κύριε.
Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ Σέ, εἰσάκουσόν μου Κύριε.

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP