Πέμπτη 12 Αυγούστου 2010

ΨΑΛΜΟΣ 132



Ψαλμός 132
Ἰδού δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Μνήσθητί μου Κύριε.
Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ ᾿Ααρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ· Μνήσθητί μου Κύριε.
Ὡς δρόσος ᾿Αερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· Μνήσθητί μου Κύριε.
Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.
Μνήσθητί μου Κύριε.

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP